Add parallel Print Page Options

21 Καὶ ἔλεγεν [a]αὐτοῖς· Μήτι [b]ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην, οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν [c]τεθῇ; 22 οὐ γάρ ἐστιν [d]κρυπτὸν ἐὰν μὴ [e]ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ’ ἵνα [f]ἔλθῃ εἰς φανερόν. 23 εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. 24 καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται [g]ὑμῖν. 25 ὃς γὰρ [h]ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ [i]ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.

26 Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ [j]ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος [k]βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28 [l]αὐτομάτη ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, [m]εἶτα στάχυν, εἶτα [n]πλήρης σῖτον ἐν τῷ στάχυϊ. 29 ὅταν δὲ [o]παραδοῖ ὁ καρπός, [p]εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.

30 Καὶ ἔλεγεν· [q]Πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν [r]τίνι [s]αὐτὴν παραβολῇ θῶμεν; 31 ὡς [t]κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, [u]μικρότερον ὂν πάντων τῶν [v]σπερμάτων τῶν ἐπὶ τῆς γῆς— 32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται [w]μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.

33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν· 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ’ ἰδίαν δὲ τοῖς [x]ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 αὐτοῖς Treg NIV RP ] + ὅτι WH
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 ἔρχεται ὁ λύχνος WH Treg NIV ] ὁ λύχνος ἔρχεται RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 τεθῇ WH Treg NIV ] ἐπιτεθῇ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 κρυπτὸν WH Treg NIV ] τι κρυπτόν, ὃ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 ἵνα WH NIV ] – Treg RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 ἔλθῃ εἰς φανερόν WH Treg NIV ] εἰς φανερὸν ἔλθῃ RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:24 ὑμῖν WH Treg NIV ] + τοῖς ἀκούουσιν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:25 ἔχει WH Treg NIV ] ἂν ἔχῃ RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:25 WH NIV RP ] ὃς Treg
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:26 ὡς WH Treg NIV ] + ἐὰν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:27 βλαστᾷ WH Treg NIV ] βλαστάνῃ RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:28 αὐτομάτη WH Treg NIV ] + γὰρ RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:28 εἶτα … εἶτα Treg NIV RP ] εἶτεν … εἶτεν WH
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:28 πλήρης σῖτον NIV ] πλήρη σῖτον WH RP; πλήρης σῖτος Treg
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:29 παραδοῖ WH Treg NIV ] παραδῷ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:29 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:30 Πῶς WH Treg NIV ] Τίνι RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:30 τίνι WH Treg NIV ] ποίᾳ RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:30 αὐτὴν παραβολῇ θῶμεν WH Treg NIV ] παραβολῇ παραβάλωμεν αὐτήν RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:31 κόκκῳ WH NIV ] κόκκον Treg RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:31 μικρότερον ὂν WH Treg NIV ] μικρότερος RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:31 σπερμάτων WH Treg NIV ] + ἐστὶν RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:32 μεῖζον πάντων τῶν λαχάνων WH NIV ] μείζων πάντων τῶν λαχάνων Treg; πάντων τῶν λαχάνων μείζων RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:34 ἰδίοις μαθηταῖς WH NIV ] μαθηταῖς αὐτοῦ Treg RP